Ancient Greek
Play IFF, lines Fragment tit-5
Amipsias Comic., Fragmenta Fragment tit-7-5
Not analysed yet
INCERTARUM FABULARUM FRAGMENTA.
Αὔλει μοι μέλος,
σὺ δ' ᾆδε πρός· τήνδ' ἐκπίομαι δ' ἐγὼ τέως.
Β. αὔλει σύ, καὶ σὺ τὴν ἄμυστιν λάμβανε.
„Οὐ χρὴ πόλλ' ἔχειν θνητὸν ἄνθρωπον,
„ἀλλ' ἐρᾶν καὶ κατεσθίειν· σὺ δὲ κάρτα φείδῃ.
Ἔρρ' ἐς κόρακας, μονοφάγε καὶ τοιχωρύχε.
Οὐ σχῖνος οὐδ' ἀσφάραγος οὐ δάφνης κλάδοι.
Ἐπ' αὐτὸν ἥκεις τὸν βατῆρα τῆς θύρας.