Ancient Greek
Γ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 120
Not analysed yet
γῆμαι τοῦ γήμιασθαι διαφέρει, ὅτι γαμεῖ μὲν ὁ ἀνήρ, γαμεῖται δὲ ἡ γυνή. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν αὐτῶν, ἐπὶ τοῦ γήμασθαι εἰπών (λ 273 sq.) ‘γημαμένη ᾧ υἱῷ· ὁ δʼ ὃν πατέῤ ἐξεναρίξας γῆμε’, καὶ Ἀνακρέων (P. M. G. 424 Page =fr. 87 D.) διασύρων τινὰ ἐπὶ θηλύτητι ‘καὶ θαλάμοις ‘ἐν ᾧ κεῖνος οὐκ ἔγημεν ἀλλʼ ἐγήματοʼ, καὶ Αἰσχύλος (fr. 131 Mette =fr. 13 N.) ἐν Ἀμυμώνῃ ‘σοὶ μὲν {γὰρ} γαμεῖσθαι μόρσιμον, γαμεῖν δὲ μή’.