Ancient Greek
Ε
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 190
Not analysed yet
ἐρᾶν καὶ ποθεῖν διαφέρει. ἐρᾶν μὲν γάρ ἐστι τῶν ἐν ὄψει, ποθεῖν δὲ τοὺς ἀπόντας. διαστέλλει δὲ καὶ Ὅμηρος (Ξ 328)· ‘ὡς σέο νῦν ἔραμαι, καί με γλυκὺς ἵμερος αἱρεῖ’, πρὸς τὴν Ἥραν φησὶν ὁ Ζεὺς παροῦσαν. ἐπὶ δὲ τοῦ ἀπόντος (λ 202 sq.) ‘ἀλλά με σοῦ πόθος σά τε μήδεα, φαίδιμ’ Ὀδυσσεῦ, σή τ᾿ ἀγανοφροσύνη μελιηδέα θυμὸν ἀπηύρα’. φυλάσσει γὰρ ἄκρως ὁ ποιητὴς τὰς τοιαύτας διαφοράς.