Ancient Greek
Ε
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 202
Not analysed yet
εὐθὺς καὶ εὐθὺ καὶ εὐθέως διαφέρουσιν. εὐθὺς μὲν γὰρ ὁ κανών· εὐθὺ δὲ τὸ γυμνάσιον· . ἀντὶ τοῦ κατ᾿ εὐθείαν τοῦ γυμνασίου, εὐθὺ τὸ κανόνιον· τὸ δʼ εὐθέως ἀντὶ τοῦ χρονικοῦ ἐπιρρήματος. ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει, καθὰ Μένανδρος ἐν Δυσκόλῳ (50. 52) ‘τί φής; ἰδὼν ἐνθένδε πᾶς δʼ ἐλευθερῶν ἀπῆλθες εὐθὺς ὡς ταχύ’. τινὲς μέντοι τῶν ἀρχαίων φασὶ καὶ τὸ εὐθὺς ἀντὶ χρονικοῦ κεῖσθαι. φασὶ γοῦν κατὰ λέξιν· ‘τινὲς δὲ τὸ μὲν εὖ λέγειν ἐπί τινος εὐθέως οἷον, ἐὰν μὲν ᾖ θηλυκὸν τοὔνομα, ‘ἡ εὐθεῖα ὁδός, ἡ εὐθεῖα βακτηρία’, ἐὰν δὲ ἄρρεν, ‘εὐθὺς ὁ κανών’, ἐὰν δʼ οὐδέτερον, ‘εὐθὺ τὸ ξύλον’. οἱ δʼ ἀρχαῖοι ἐνίοτε τὸ εὐθὺ ἐτίθεσαν τὸ ἐφʼ ὁδοῦ τῆς τεινούσης ἐπί τινος τόπου· (vide FCG IV p. 601 M.) ‘εὐθὺ τῆς στοᾶς’, (Eupolis com. II p. 550 M. =fr. 304, 2 K.) ‘εὐθὺ τῶν ἀρωμάτων’. τὸ δὲ κατὰ τοὺς χρόνους οὐ λέγεται, ἀλλʼ εὐθύς, οἷον (IV p. 601 M. =com. fr. ad. 582 K.) ‘γήμαντος δʼ αὐτοῦ εὐθὺς ἔσομ’ ἐλεύθερος’ καὶ (ibid. M. =com. fr. ad. 583 K.) ‘ὡς τοῦτ᾿ εἶδεν, εὐθὺς ἦν ἄνω κάτωʼ.’