Ancient Greek
250 to 252
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 250-252
Not analysed yet
ἱστοριογράφος συγγραφέως διαφέρει. ἱστοριογράφος μὲν γάρ ἐστιν ὁ τὰ πρὸ αὐτοῦ γεγονότα συγγραφόμενος ὡς Ἡρόδοτος, συγγραφεὺς δὲ ὁ τὰ ἐφʼ ἑαυτοῦ ὡς ὁ Θουκυδίδης. ἱατοδόκη καὶ ἱστοπέδη διαφέρουσιν. ἱστοδόκη μὲν γάρ ἐστιν ἐφʼ |ἧς ὁ ἱατὸς κατακλίνεται. Ὅμηρος (A 434) ‘ἱστὸν δʼ ἱατοδόκῃ πέλασαν’. ἱστοπέδη δὲ ὁ ἐν μέσῳ τῆς νεῶς κοῖλος τόπος, ὅν τινες λ⌞η⌟νίδα καλοῦσιν, εἰς ὃν ὁ ἱστὸς ἐντίθεται ‘ἀλλά με δεσμῷ δῆσαν τ᾿ ἐν ἀργαλέῳ, ὄφρʼ ἔμπεδον αὐτόθι μείνω, ὀρθὸν ἐν ἱατοπέδῃ’ (μ 160 —162). Ἰταλαὶ καὶ Ἰταλιῶται διαφέρει. Ἰταλοὶ μὲν γὰρ οἱ ἀρχῆθεν τὴν χώραν ᾠκηκότες, Ἰταλιῶται δʼ ὁπόσοι τῶν Ἑλλήνων ἐπῴκησαν μετὰ ταῦτα. τὸ δʼ αὐτὸ καὶ ἐπὶ τῶν Σικελῶν καὶ Σικελιωτῶν.