Ancient Greek
Μ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 316
Not analysed yet
μεταβάλλεσθαι καὶ μεταμορφοῦσθαι καὶ ἀλλοιοῦσθαι καὶ ἑτεροιοῦσθαι διαφέρει. μεταβάλλεσθαι μὲν γάρ ἐστι πάθος κοινόν· καὶ γὰρ καιρῶν γίνονται ⌞μεταβολαὶ⌟ καὶ πράξεων καὶ ἀφροδισίων. ὁ γοῦν Εὐριπίδης ἐν Ὀρέατῃ (234) παριστῶν τὴν δύναμιν τῆς λέξεώς φησι ‘μεταβολὴ πάντων γλυκύ’. μεταμορφοῦσθαι δὲ μεταχαρακτηρισμὸς καὶ μετατύπωσις σώματος εἰς ἕτερον χαρακτῆρα. ἀλλοίωσις δὲ οὐ μόνον μετασχηματισμὸς χαρακτήρων, ὡς τὸ ‘ἀλλοῖός μοι, ξεῖν’, ἐφάνης νέον ἠὲ πάροιθεν’ (π 181), ἀλλὰ καὶ τῆς προτέρας ὑπολήψεως ποίησις ἑτέρα. ἑτεροίωσις δʼ ὅταν ἀφʼ ἑτέρου σώματος εἰς ἕτερον μεταβάλῃ οἷον Νιόβη εἰς λίθον.