Ancient Greek
35 to 46
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 35-46
Not analysed yet
ἀμφότεροι καὶ ἑκάτεροι διαφέρουσιν. ἀμφότεροι μὲν γὰρ ἐροῦμεν, ὅταν ἐν τῷ αὐτῷ κατὰ τὸ αὐτὸ πράττωσιν ‘ἀμ |φότεροι τὴν δοκὸν μίαν οὖσαν φέροντεςʼ. ἑκάτεροι δέ, ἐπειδὰν χωρὶς ἑκάτερος τὸ ἑαυτοῦ πράττῃ, οἷον ‘ἑκάτερος αὐτῶν δοκὸν φέρωνʼ, ἤτοι ὅταν ἑκάτερος αὐτῶν μίαν φέρῃ κατ’ ἰδίαν. ἀμύνεσθαι καὶ ἀμύνειν διαφέρει. ἀμύνεσθαι μὲν γάρ ἐστι τὸ κολάζειν τοὺς προαδικήσαντας, ἀμύνειν δὲ τὸ βοηθεῖν. ἁμαρτάνει ὁ πλημ〈μ〉ελῶν, διαμαρτάνει δὲ ὁ ἀποτυγχάνων. ἄμιητος καὶ ἀμητὸς διαφέρει. ἄμητος μὲν γὰρ προπαροξυτόνως σημαίνει αὐτὰ τὰ θερίσματα, τοῦτʼ ἔστι τὸν καρπόν ὀξυτόνως δὲ ὁ καιρὸς τοῦ θερισμοῦ, ὥσπερ καὶ ὁ τρυγητὸς τοῦ τρυγᾶν. ἄμαθος καὶ ψάμαθος διαφέρει. ἄμαθος μὲν γὰρ ἡ ἐν πεδίῳ κόνις, ψάμαθος δὲ ἡ παραθαλασσία ἄμμος. ἀνακεῖσθαι καὶ κατακεῖσθαι διαφέρει. ἀνάκειται μὲν γὰρ ὁ ἀνδριὰς καὶ ἡ εἰκὼν τῷδε κατὰ τιμήν, κατάκειται δὲ ὁ εὐωχούμενος. ἀνδραγάθημα καὶ ἀνδρία διαφέρει. ἀνδραγάθημα μὲν γάρ ἐστιν, εἰ καὶ τὴν ψυχικὴν ἀρετὴν ἔχει μαρτυροῦσαν ἀνδρία δὲ δύναμις ἐπαινουμένη. ἀνοχὴ καὶ ἐπικηρυκεία διαφέρει. ἀνοχὴ μὲν γάρ ἐστιν ἡ ἐν πολέμῳ διά τινα χρείαν ἀναβολὴ ⌞τῆς μάχης⌟ κατὰ συνθήκην κοινὴ⌞ν⌟ τοῦ ⌞μὴ⌟ ἐπιέναι ἀλλήλοις· ἐπικηρυκεία δέ, ὅταν οἱ ἕτεροι πέμπωσι τοὺς αἰτησομένους ἀνοχὰς ἢ σπονδὰς ἢ εἰρήνην. ἀνάμνησις καὶ ὑπόμνησις διαφέρει. ἀνάμνησις μὲν γάρ ἐστιν ὅταν τις ἔλθῃ εἰς μνήμην τῶν παρελθόντων, ὑπόμνησις δὲ ὅταν ὑφʼ ἑτέρου εἰς τοῦτο προαχθῇ. ἀντίρρησις καὶ ἀνασκευὴ διαφέρει. ἀντίρρησις μὲν γὰρ λέγεται ἡ μετὰ προσώπου καὶ εἰς λεπτὰ τομή, ἀνασκευὴ δὲ ὡς ἀπροσώπως ἐκφερομένη καὶ ὅλου ἀνατροπή. ἀναβάλλεσθαι καὶ ὑπερτίθεσθαι διαφέρει. ἀναβάλλεσθαι μὲν γάρ ἐστι τὸ προΐεσθαι καὶ παριέναι τὸν ἐπιτήδειον καιρὸν τῶν πράξεων, ὑπερτίθεσθαι δὲ τὸ ἐπιμένειν τὸν ἴδιον καιρὸν τῶν πράξεων. ἀνακωχὴ καὶ ἀνοκωχὴ διαφέρει. ἀνακωχὴ μὲν γάρ ἐστιν ἡ ἐπὶ τῶν νεῶν ἀναχώρησις, ἡ δὲ διὰ τοῦ ο ἀνοκωχὴ ἀνοχὴ μακρὰ πολέμου διοκωχὴ δὲ καὶ ἀκωχὴ διάλειψίς τις καὶ ἄνεσις.