Ancient Greek
Ο
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 361
Not analysed yet
οὐδὲν διὰ τοῦ δ καὶ οὐθὲν διὰ τοῦ θ διαφέρει. οὐδὲν μὲν γὰρ τὸ ἐν τῷ καθόλου, ὥς φαμεν ‘οὐδὲν ἐν κόσμῳ κενόν ʼ πᾶσα γὰρ ἡ τοῦ κενοῦ φύσις βαστάζεται. οὐθὲν δέ, ἀναλυθὲν εἰς τὸ ἴδιον ἀντίστοιχον, σημαίνει τὴν τοῦ ἑνὸς ἄρσιν καὶ ἐπιφορὰν ἑτέρας ἀρχῆς ‘οὔθʼ ἓν οὔτε δύο.’ τὸ δέ διὰ τοῦ δ ἀπαρτίζει διὸ καὶ ὁ ποιητής φησιν (σ 130)· ‘οὐδὲν ἀκιδνότερον γαῖα τρέφει ἀνθρώποισ’. |ὁ οὖν ἐναλλάσσων ἁμαρτάνει διὸ καὶ Ζηνόδοτον εὐθύνουσι γράφοντα ‘οὐθὲν ἀκιδνότερον ʼ.