Ancient Greek
Ο
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 370
Not analysed yet
ὀψὲ καὶ ἑσπέρα διαφέρει. ἑσπέρα μὲν γὰρ ἡ μετὰ τὴν δύσιν τοῦ ἡλίου ὥρα, ὅτε ἑσπέρας ἔλθῃ ὥρα δύνοντος τοῦ ἡλίου. ὀψὲ δὲ ἡ μετὰ πολὺ τῆς δύσεως καὶ καθόλου μετὰ πολὺν χρόνον ὡς Ὅμηρος (Η 399 Θ 30 Ι 31. 432. 696 η 155 υ 321)· ‘ὀψὲ δὲ δὴ μετέειπεʼ, καὶ ‘ὀψαρότης προαρότῃ ἰσοφαρίζει’ (cf. Hes. opp. 490). ὀψαρότης γὰρ ὁ μετὰ πολὺ τοῦ καθήκοντος χρόνου ἀροτριῶν.