Ancient Greek
Π
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 411
Not analysed yet
πρόξενος καὶ ἰδιόξενος καὶ δορύξενος διαφέρει. πρόξενος πόλεως καὶ ἔθνους, ὡς παρὰ Θουκυδίδῃ (e. g. 2, 29, 1). ξένος δʼ ὁ εἰς ἑνός· ὁ δʼ αὐτὸς καὶ ἰδιόξενος. οὐκ ὀρθῶς οὖν Εὐριπίδης (fr. 721 N. 2) ἐν Τηλέφῳ πρόξενον εἴρηκε τὸν ἰδιόξενον· ‘κακός τίς ἐστι προξένῳ σοι χρώμενος’. δορύξενος δέ ὁ κατὰ πόλεμον γενόμενος φίλος ἁλοὺς γὰρ καὶ ξενίων τυχών ἀφείθη πρὸς τοῦ πολεμίου λύτρα λαβόντος, μνᾶ δ᾿ ἦνμ ἡ τεταγμένη. κομίσας δέ καὶ φυλάξας τὴν πίστιν ἐγένετο φίλος καὶ δορύξενος ἐκαλεῖτο.