Ancient Greek
Π
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 423
Not analysed yet
πῦς καὶ πεῖ καὶ ποῖ καὶ πῶ διαφέρει παρὰ τοῖς Δωριεῦσι. τὸ μέν γὰρ πῦς καὶ ποῖ τὴν εἰς τόπον σημασίαν δηλοῖ τὸ δέ πεῖ τὴν ἐν τόπῳ τὸ δέ πῶ τὴν |ἐκ τόπου, ὁμοίως δέ καὶ τοῦτο. ὥσθ᾿ οἱ Δωρίζοντες καὶ λέγοντες ‘πεῖ πορεύῃ ἁμαρτάνουσι· δέον γὰρ ‘πῦς πορεύῃ τὸ γὰρ πεῖ τὴν ἐν τόπῳ σχέσιν δηλοῖ. Σώφρων φησί (fr. 5 Kaibel ═pap. PSI 1214 a 8) ‘πεῖ γὰρ ἁ ἄσφαλτος;’ . (fr. 5 Kaibel)· ‘ποῖος εἰλισκοπεῖται·’ ,ἀντὶ τοῦ ποῦ. ὅταν δʼ εἰς τόπον θέλῃ εἰπεῖν, φησί (fr. 75 Kaibel) ‘πῦς ἐς μυχὸν καταδύῃ;’ τουτέστιν ἀντὶ τοῦ ‘εἰς τίνα μυχόν’.