Ancient Greek
Σ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 445
Not analysed yet
σοῖο καὶ σεῖο παρὰ τοῖς ποιηταῖς κατὰ τοὺς ἀκριβῶς ἀναγινώσκοντας διαφέρει. σοῖο μέν γάρ ἐστι σύναρθρος ἀντωνυμία οἷον (Ω 486)· ‘μνήσεοπατρὸς πατρὸς σοῖο’, σημαίνει γὰρ ‘μνῆσαι τοῦ σοῦ πατρός’. ἡ δέ σεῖο ἀσύναρθρος οἷον (Ω 686)· ‘σεῖο δέ κεν ζωοῦ καὶ τρὶς τόσα δοῖεν ἄποινα’, ἀντὶ τοῦ ‘σοῦ ζῶντος καὶ τρὶς τοσαῦτα δοῖεν ἄποινα’, οὐκέτι ‘τοῦ σοῦ ζῶντος’. καὶ φυλάττεται ταῦτα ἄκρως παῤ Ὁμήρῳ.