Ancient Greek
456 to 459
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 456-459
Not analysed yet
σφάξαι καὶ θῦσαι διαφέρει. θῦσαι μὲν γάρ ἐστι τὸ θυμιάσαι, σφάξαι δέ τὸ ἱερουργῆσαί τι ζῷον. καὶ Ὅμηρος τὴν διαφορὰν τετήρηκεν οὕτως, ἐπὶ μὲν τοῦ θῦσαιεἰπών (I 219 sq.) · ‘θεοῖσι δέ θῦσαι ἀνώγει Πάτροκλον ὃν ἑταῖρον· ὁ δʼ ἐν πυρὶ βάλλε θυηλάςʼ, ἐπὶ δὲ τοῦ σφάξαι (A 459 B 422)· ‘αὖ ἔρυσαν μὲν πρῶτα καὶ ἔσφαξαν καὶ ἔδειρανʼ. στύραξ θηλυκῶς μὲν θυμίαμα, ἀρσενικῶς δέ τὸ ξύ|λον. τοῦ ἀκοντίου. σχισταὶ τὰ ὑποδήματα. Εὔπολις Φίλοις (II p. 532 M. ═fr. 266 K.) · ‘οὐ δεινὰ ταῦτα δέ Ἀργείας φέρειν σχιστὰς ἐνεργεῖνʼ. σχιστὸς δέ ἀρσενικῶς χιτὼν γυναικεῖος. Ἀπολλόδωρος Συνεφήβοις (IV p. 453 M. ═fr. 12 K.) · ‘σχιστὸν χιτωνίσκον τινὰ ἐνδέδυκας’. σχολῇ τὸ ἠρέμα, καθό φαμεν ‘σχολῇ βαδίζων’,. καὶ τὸ οὐκ ἐν καιρῷ, παῤ ὃ λέγεται ‘οὐκ ἦγον σχολήν’. καὶ διατριβὴ καὶ οἱ μαθηταί, διό φαμεν λαμπρὰ σχολή’.