Ancient Greek
Τ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 480
Not analysed yet
τύραννον οἱ ἀρχαῖοι καὶ ἐπὶ βασιλέως ἔτασσον. Ἡρόδοτος (1, 6, 1) ἐπὶ Κροίσου ‘τυράννου δʼ ἐθνέων’, καὶ προβὰς (1, 26, 1) ‘τελευτήσαντος δʼ Ἀλυάτ τεω διεδέξατο τὴν βασιλείην’, καὶ Ἀριστοφάνης (II p. 1098 M. ═fr. 357 K.) ἐν Λημνίαις· ‘ἐνταῦθ’ ἐτυράννευεν Ὑψιπύλης πατὴρ Θόας, βραδύτερος τῶν ἐν ἀνθρώποις δραμεῖνʼ. ἔσθ᾿ ὅτε καὶ τὸν τύραννον βασιλέα ἔλεγον, ὡς Εὔπολις ἐν Δήμοις (lI p. 474 M. ═fr. 123 K.) ἐπὶ τοῦ Πεισιστράτου.