Ancient Greek
Χ
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 510
Not analysed yet
χαρὰ καὶ εὐφροσύνη καὶ τέρψις καὶ εὐθυμία καὶ ἡδονὴ |καὶ ἀπόλαυσις διαφέρει. χαρὰ μέν γάρ ἐστι πρόσφατος ψυχῆς ἔπαρσις καὶ διάχυσις, εὐφροσύνη δὲ πάθος χρόνιον μετὰ σωφροσύνης γινόμενον, τέρψις δέ οἱονεὶ τρέψις καὶ ψυχαγωγία ἀπὸ τοῦ ἀηδοῦς ἐπὶ τὸ κρεῖσσον, εὐθυμία δὲ βραχεῖα ψυχῆς χαρά, ἡδονὴ δὲ ἐκ ψυχῆς ἀρεστία, ἀπόλαυσις δὲ ἕξις κοινῶς ἐπὶ πάσης μεταλήψεως τασσομένη ἀγαθῆς τε καὶ φαύλης.