Ancient Greek
62 to 71
Ammonius Grammaticus, περὶ ὁμοίων καὶ διαφόρων λέξεων 62-71
Not analysed yet
ἀπολογεῖσθαι καὶ ἀπολογίζεσθαι διαφέρει. ἀπολογεῖσθαι μὲν γάρ ἐστι τὸ ἐπὶ τῷ λόγῳ τὴν κατηγορίαν ἀνασκευάζειν, ἀπολογίζεσθαι δὲ τὸ ἀποδοῦναι τὸν λόγον τῶν δαπανημάτων. καὶ γὰρ τὸ ἁπλοῦν λογίζεσθαι καὶ λογισταὶ οἱ ἀριθμηταί. ἀποδρᾶναι καὶ ἀποφεύγειν διαφέρει. ἀποδρᾶναι μὲν γάρ ἐστι τὸ ἀναχωρήσαντά τινα ἄδηλον εἶναι ὅπου ἐστίν ἀποφεύγειν δὲ τὸ δῆλον μὲν εἶναι ὅπου ἐστί, μὴ δύνασθαι δὲ ἐπιληφθῆναι. λέγει δὲ Ξενοφῶν τὴν δια |φορὰν ἐν τῇ Ἀναβάσει (1, 4, 8) ‘οὔτε ἀποδεδράκασιν —οἶδα γὰρ ὅπου οἴχονται —οὔτε ἀποπεφεύγασινʼ. ἀπὸ καὶ παρὰ διαφέρει. ἡ μὲν γὰρ ἀπό τίθεται ἐπὶ τῶν ἀψύχων, οἷον ‘ἀπ’ Ἀθηνῶν’ ἡ δὲ παρά ἐπὶ τῶν ἐμψύχων, οἷον ‘παρὰ Σωκράτουςʼ. οἱ δὲ ἐναλλάσσοντες ἁμαρτάνουσιν ἢ ἀλλαγῇ προθέσεως χρῶνται, ὡς καὶ Ὅμηρος (Ξ 28) ‘παρὰ νηῶν ἀνιόντεʼ ἀντὶ τοῦ ἀπὸ τῶν νηῶν. ὡς καὶ ἀλλαχοῦ (sc. Ε 700) φησι κυρίως· ‘οὔτέ ποτε προτρέποντο μελ†ε†νάων ἀπὸ νηῶνʼ. ἀπελεύθερος καὶ ἐξελεύθερος διαφέρει. ἀπελεύ |θερος μὲν γάρ ἐστιν ὁ ἐκ δούλου ἠλευθερωμένος ἐξελεύθερος δὲ ὁ γενόμενος διὰ χρέα προσ†ήλυ†τος ἢ κατὰ ἄλλην τινὰ αἰτίαν δουλεύσας, εἶτα ἐλευθερωθείς. ἤδη μέντοι καὶ ἀδιαφόρως χρῶνται τοῖς ὀνόμασιν. ἀποφορὰ καὶ εἰσφορὰ διαφέρει. ἀποφορὰ μὲν γάρ ἐστι τὰ ὑπὸ τῶν δούλων τοῖς δεσπόταις παρεχόμενα χρήματα, ἣν καὶ ἀναφορὰν καλοῦσιν εἰσφορὰ δὲ τὰ ὑπὸ τῶν πολιτῶν. ἀποκριθῆναι καὶ ἀποκρίνασθαι διαφέρει. ἀποκριθῆναι μὲν γάρ ἐστι τὸ ἀποχωρισθῆναι, ἀποκρίνασθαι δὲ τὸ ἐρωτηθέντα λόγον δοῦναι. ἀπονίψασθαι καὶ κατὰ χειρὸς ὕδωρ αἰτῆσαι διαφέρει. ἀπονέψασθαι μὲν γάρ ἐστι μετὰ τὸ φαγεῖν, κατὰ χειρὸς δὲ ὕδωρ αἰτῆσοι πρὸ τοῦ φαγεῖν καὶ μετὰ τὸ φαγεῖν. ἀπὸφορὰ καὶ ἀναφορὰ διαφέρει. ἀποφορὰ μὲν γάρ 22Va. ἐστιν ὁ νῦν καλούμενος φόρος, ἀναφορὰ δὲ ὁ ἀπὸ τῶν εὐωδῶν ἢ δυσωδῶν ἀναφερόμενος ἀτμός. ἀπέθανε καὶ τέθνηκε διαφέρει. ἀπέθανε μὲν νῦν, τέθνηκε δὲ πάλαι. ὡς ‘περιεπάτησε μὲν ὁ δεῖνα τήμερον, περιπτεπάτηκε δὲ πάλαι’. ἀπόδοσις μέν ἀψύχου λέγεται, ἀποκατάστασις δὲ ἐμψύχου καὶ ἀγομένου.