Ancient Greek
Book 1, Περὶ τοῦ ἅμα.
Ammonius, In Aristotelis Categorias Commentarius 1.1-9
Not analysed yet
Ἅμα δὲ λέγεται ἁπλῶς μὲν καὶ κυριώτατα, ὧν ἡ γένεσις. |Ἐπειδὴ καὶ περὶ τοῦ ἅμα ἐμνημόνευσεν ἐν τῇ τῶν κατηγοριῶν διδασκαλίᾳ, διδάσκει καὶ περὶ τούτου. καθάπερ δὲ καὶ ἐν τῷ προτέρῳ ἐλέγομεν πρῶτον σημαινόμενον αὐτοῦ κυρίως τὸ κατὰ χρόνον, τοῦτο κἀνταῦθά φησι, δεύτερον δὲ τὸ φύσει, καθὰ καὶ ἐπ’ ἐκείνων εἴρηται. τοῦτο δὲ ἀντίκειται τῷ δευτέρῳ τρόπῳ καὶ πέμπτῳ τοῦ προτέρου· καὶ γὰρ ἀντι- στρέφει κατὰ τὴν τοῦ εἶναι ἀκολούθησιν καὶ οὐκ ἔστιν τῷ ἑτέρῳ τὸ ἕτερον αἴτιον τοῦ εἶναι, οἷον τὸ πεζὸν ζῷον καὶ τὸ πτηνὸν καὶ τὸ ἕνυδρον· τοῦ γὰρ ζῴου τὸ μέν ἐστι πτηνὸν τὸ δὲ πεζὸν τὸ δὲ ἔνυδρον· ταῦτα οὖν ἅμα λέγεται εἶναι, ἐπείπερ ἐκ τοῦ αὐτοῦ γένους κατὰ τὴν αὐτὴν διαίρεσίν ἐστιν, ὥς φησιν. ἐὰν δὲ τὸ πτηνὸν διαιρεθῇ εἰς ὄρνιθας, εἰ τύχοι, καὶ ἀκρίδας, οὐκέτι ὄρνις καὶ πτηνὸν ἅμα λέγεται, ἀλλὰ πρότερον τὸ πτηνόν, διότι ἐκ τῆς πρώτης διαιρέσεως τοῦ ζῴου διῄρηται. |