Ancient Greek · ~3 min
1.2 to 1.4
Ammonius, In Aristotelis Categorias Commentarius 1.2-7-4
Not analysed yet
Ἔστι μὲν δὴ καὶ σχεδὸν ἀλλοτριώτατος. Ἐπείπερ οὗτος ἐκ τῆς ἡμετέρας προαιρέσεως τέθειται καὶ οὐκ ἐκ τῆς φύσεως τῶν πραγμάτων. Τῶν γὰρ ἀντιστρεφόντων κατὰ τήν. Ἐὰν γάρ, φησί, τῶν ἀντιστρεφόντων τὸ ἕτερου τοῦ ἑτέρου αἴτιον ᾖ τοῦ εἶναι, εἰκότως πρότερον λέγοιτ’ ἄν, οἷον πατὴρ υἱοῦ ἐστι πατήρ, ἀλλὰ καὶ πρὸς <ἄλληλα> ἀντιστρέφει· ὁ υἱὸς πατρός ἐστιν υἱός· εἰ οὖν ὁ πατὴρ αἴτιος τοῦ εἶναι τῷ υἱῷ, εἰκότως πρότερον τῇ φύσει τοῦ υἱοῦ λέγοιτο ἄν. Ὥστε κατὰ πέντε τρόπους πρότερον <ἕτερον> ἑτέρου λέγοιτ’ ἄν. Εἰπὼν δὲ περὶ τοῦ προτέρου οὐκέτι περὶ τοῦ ὑστέρου ἐμνημόνευσεν· ἐκ γὰρ τῆς τούτου διδασκαλίας καὶ ὁ τοῦ ὑστέρου λόγος σαφής· ἅμα γὰρ ταῦτα ὑπάρχει, ἐπεὶ καὶ τῶν πρός τί ἐστιν· τὸ γὰρ πρότερον ὑστέρου λέγεται πρότερον· κατὰ τοσούτους γὰρ τρόπους λέγεται τὸ ὕστερον, ὅσους καὶ τὸ πρότερον.