Ancient Greek · ~3 min
1.11 to 1.13
Ammonius, In Aristotelis Categorias Commentarius 1.11-4-13
Not analysed yet
Ὅτι δὲ ἡ στέρησις καὶ ἡ ἕξις. Διακρίνας τὰ πρός τι τῶν ἐναντίων νῦν αὐτὰ διακρίνει ἀπὸ τῶν κατὰ στέρησιν καὶ ἕξιν ἀντικειμένων καὶ ἄρχεται ἀπὸ τοῦ σαφεστέρου καὶ ὁμολογουμένου, λέγω δὴ ἀπὸ τοῦ τὴν ὄψιν μὴ λέγεσθαι τυφλότητος ὄψιν, ὕστερον δὲ δείκνυσι, καὶ τοῦτο ἀμφίβολον, ὅτι οὐδὲ ἡ τυφλότης ὄΦεως λέγεται· τοῦτο γὰρ δοκεῖ καὶ λέγεσθαι. Οὐδ᾿ ἄλλως οὐδαμῶς πρὸς τοῦτο λέγεται. Ἀντὶ τοῦ ‘ὡς <ἄν> ὀνοματοποιήσῃς, οὐδαμῶς πρὸς λέγεται᾿. Ὡσαύτως δὲ οὐδὲ ἡ τυφλότης λέγοιτ' ἂν τυφλότης ὄφεως. Δείκνυσιν ὅτι οὐδὲ ἡ τυφλότης ὄψεως λέγεται· εἰ γὰρ λέγεται, ῥηθήσεται καὶ ὄψις τυφλότητος· τὰ γὰρ πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, ὥσπερ τὸ ἀριστερὸν δεξιοῦ καὶ τὸ δεξιὸν ἀριστεροῦ.