Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν ἀντικειμένων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.10-5
Not analysed yet
Ὁμοίως δὲ καὶ οὐκ ἔστι τὸ ὑπὸ τὴν ἀπόφασιν καὶ κατάφασιν. Ὅτι ἡ κατάφασις καὶ ἀπόφασις οὐκ ἔστι ταὐτὰ τοῖς ὑπ’ αὐτῶν σημαινομένοις δείκνυσιν ἐκ τοῦ τὴν μὲν κατάφασιν καὶ ἀπόφασιν λόγους εἶναι, τὰ δὲ ὑπ’ αὐτῶν σημαινόμενα πράγματα. λέγεται δὲ καὶ ταῦτα ἀντικεῖσθαι τὸ Σωκράτης κάθηται τῷ Σωκράτης οὐ κάθηται] ὡς κατάφασις καὶ ἀπόφασις, λέγω δὴ ταῦτα τὰ πράγματα οἷον τὸ κάθηται καὶ τὸ οὐ κάθηται.