Ancient Greek · ~13 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.11.1
Not analysed yet
Παρώνυμα δὲ λέγεται ὅσα ἀπό τινος. Ἰστέον ὅτι ἐν τοῖς παρωνύμοις τέσσαρά τινα θεωρεῖται, δύο μὲν ἤγουν κοινων· ία καὶ διαφορὰ περὶ τὸ ὄνομα, καὶ δύο ἤγουν κοινωνία καὶ διαφορὰ περὶ τὸ πρᾶγμα, ὥσπερ γραμματικὴ καὶ γραμματικός· ἔστι γὰρ ἐπὶ τούτοις κοινωνία μὲν περὶ τοὔνομα φανερῶς, καὶ ἡ διαφορὰ δὲ κατὰ τὴν τελευταίαν συλλαβήν, ὅτι ἐπὶ μὲν τοῦ ἐστι κος, ἐπὶ δὲ τοῦ κη. ὁμοίως δὲ καὶ περὶ τὸ πρᾶγμα· *καὶ γὰρ ὁ γραμματικὸς οὐσία ἐστίν, ἡ δὲ γραμ- ματικὴ ἐπιστήμη · τις ἤγουν ποιότης καὶ κατὰ συμβεβηκός. ἐὰν γὰρ ἓν τούτων ἀπολειφθῇ, οὐκ ἔστι παρώνυμα· ἔστω γὰρ περὶ τὸ ὄνομα κοινωνία καὶ διαφορά, ἔστω δὲ καὶ ἡ περὶ τὸ πρᾶγμα κοινωνία, διαφορὰ δὲ μὴ εἴη, καὶ οὐκ ἔσται παρώνυμα, οἷον πλάτανος καὶ πλατάνιστος· ἐνταῦθα γὰρ οὐκ ἄν εἴποιμεν παρώνυμα· ταὐτὸ γάρ ἐστιν. πάλιν ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, κοινωνία δὲ μὴ εἴη κατὰ τὸ πρᾶγμα, καὶ ὁμοίως οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς ῾Ελένης καὶ τοῦ ῾Ελένου. πάλιν ἔστω τὰ ἄλλα πάντα ἀκολούθως, διαφορὰ δὲ μὴ εἴη κατὰ τὴν τελευταίαν συλλαβήν, |καὶ οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς μουσικῆς ἐπιστήμης καὶ μουσικῆς γυναι- κός· ὁμώνυμα γὰρ <ταῦτα> καὶ οὐ παρώνυμα. πάλιν ἔστω τὰ ἄλλα, δὲ μὴ εἴη περὶ τὸ ὄνομα καὶ ὁμοίως οὐκ ἔσται παρώνυμα, ὡς ἐπὶ τῆς ἀρετῆς καὶ τοῦ σπουδαίου. χρὴ γοῦν τὰ παρώνυμα πάντα ἔχειν τὰ εἰρη- μένα, ὡς ἐπὶ τῆς γραμματικῆς τέχνης καὶ τοῦ γραμματικοῦ· λέγεται γὰρ ἐπ’ αὐτῶν παρωνύμως. πάνυ οὗν συντόμως ὁ φιλόσοφος πάντα τὰ εἰρη- μένα περιέλαβεν· εἰρηκὼς γὰρ τὸ ἀπό τινος τὴν κατὰ τὸ πρᾶγμα κοινω- νίαν καὶ ἑτερότητα ἐδήλωσεν· εἰ γὰρ ἀπό τινος, δῆλον ὅτι ἔχει κοινωνίαν πρὸς ἐκεῖνο, εἰ δὲ ὅλως ἀπ’ αὐτοῦ, δῆλον ὅτι καὶ διαφέρει· εἰ γὰρ μὴ διέφερεν, ἀπό τινος οὐκ ἐλέγετο, ἀλλ’ αὐτὸ τὸ πρᾶγμα ἂν ἦν. εἰπὼν δὲ διαφέροντα τῇ πτώσει τὴν κατὰ τοὔνομα προσηγορίαν ἔχει τὴν κοινωνίαν καὶ τὴν διαφορὰν παρίστησι τοῦ ὀνόματος· διαφέρει γὰρ τῇ πτώσει κατὰ τὸ τέλος τοῦ ὀνόματος γραμματικὴ γραμματικός· πτῶσιν γὰρ ὁ φιλόσοφος καλεῖ τὴν ἀναλογίαν τῆς τελευταίας συλλαβῆς καὶ οὐχ, ὡς οἱ γραμματικοί, τὴν ἀπὸ τῆς ὀρθῆς ἐπὶ τὴν γενικὴν καὶ δοτικὴν ἑτερότητα. ᾿Ιστέον δὲ ὅτι τινὲς τὰ παρώνυμα μέσα εἶναι λέγουσιν ἀκριβῶς τῶν τε ὁμωνύμων καὶ τῶν συνωνύμων, κοινωνοῦντα μὲν αὐτοῖς, καθὸ καὶ ταῦτα κἀκεῖνα κοινωνίαν ὀνόματος ἔχειν ἐθέλει, διαφέροντα δὲ τῶν μὲν ὁμωνύμων, διότι ἐκεῖνα μέν, τὰ ὁμώνυμά φημι, παντελῶς διάφορα ἔχει τὰ πράγματα, ταῦτα δὲ κοινωνοῦντα, τῶν δὲ συνωνύμων διαφέροντα τὰ παρώπερὶ] νυμα, διότι ἐκεῖνα μὲν παντελῆ κοινωνίαν ἐπιφέρει τοῖς πράγμασι, τὰ δὲ παρώνυμα καὶ διαφορὰν ἐπιζητεῖ. εἰδέναι δὲ δεῖ ὅτι ἀκριβῶς μέσα οὐκ ἔστι τὰ παρώνυμα, ἀλλὰ μᾶλλον πλησιάζει τοῖς συνωνύμοις· κοινωνεῖ γὰρ αὐτοῖς καὶ κατὰ τὴν κοινωνίαν τοῦ ὀνόματος καὶ τοῦ πράγματος, πλὴν τοσοῦτον μόνον αὐτῶν διαφέρει, ὅτι τὰ παρώνυμα οὐ παντελῆ κοινωνίαν ἔχει τοὐ πράγματος καὶ τοῦ ὀνόματος, ἀλλά τινα ἐλάττονα καὶ διαφορὰν ἐν τούτοις ἔχει. τῶν δὲ ὁμωνύμων οὐκ ὀλίγῳ τινὶ διέστηκε τὰ παρώνυμα, τοσοῦτον μόνον αὐτοῖς πλησιάζοντα κατὰ τὴν κοινωνίαν τοῦ ὀνόματος, ἀλλὰ καὶ ἐν ταύτῃ τῇ κοινωνίᾳ θεωρεῖταί τις διαφορά· τὰ μὲν γὰρ ὁμώνυμα παντελῆ κοινωνίαν ἐθέλει ἔχειν αὐτοῦ τοῦ ὀνόματος, τὰ δὲ παρώνυμα καὶ διαφορὰν ἐθέλει τινὰ ἔχειν· ὥστε μᾶλλον τοῖς συνωνύμοις πλησιάζει τὰ παρώνυμα. |