Ancient Greek · ~2 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.12
Not analysed yet
Τῶν λεγομένων τὰ μὲν κατὰ συμπλοκήν. |Διὰ τίνα αἰτίαν τὰ κατὰ συμπλοκὴν προέταξε τῶν ἄνευ συμπλοκῆς; εἰκότως· ἐπειδὴ γὰρ τὰ ἄνευ συμπλοκῆς μέλλει διαιρεῖν, διὰ τοῦτο ὕστερον αὐτὰ εἶπεν, ἵνα εὐθέως ποιήσηται τὴν διδασκαλίαν περὶ αὐτῶν. διαιρεῖ δὲ αὐτά, ὅταν λέγῃ τὰ δὲ ἄνευ συμπλοκῆς οἷον ἄνθρωπος βοῦς τρέχει νικᾷ. ἐξεπίτηδες τὰ δύο ἅμα ὀνόματα τάττει καὶ τὰ δύο ἅμα ῥήματα, ἵνα μή τις κατὰ συμπλοκὴν αὐτὸν λέγειν νομίσῃ τὸ ὄνομα τῷ ῥήματι συναναγινώσκων.