Ancient Greek · ~3 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.12-3
Not analysed yet
Πάλιν ὁ τόπος τῶν συνεχῶν. τόπος δέ ἐστιν, ὡς ἐν τῇ Φυσικῇ ἀκροάσει λέγεται, πέρας τοῦ περιέχοντος, καθὸ περιέχει τὸ περιεχόμενον· οἷον τοῦ οἴνου τόπος ἡ τοῦ κεράμου κοίλη ἐπιφάνεια· οὐδὲ γὰρ ὅλος ὁ κέραμος· οὗτος γὰρ ἔχων κοιλότητα καὶ κυρτότητα ἐν τῇ κοιλότητι περιέχει τὸ τοῦ οἴνου σῶμα· κἂν γὰρ ξέσωμεν ἦς ἐκτὸς ἐπιφανείας μέρος τι ὡς σώζεσθαι τὴν ἐντός, οὐδὲν ἧττον περιέχεται ὁ οἶνος. ὃ οὖν λέγει, τοῦτό ἐστιν· εἰ πᾶν σῶμα ἐν τόπῳ, τὸ δὲ σῶμα συνεχὲς καὶ πρός τινα κοινὸν ὅρον τὰ μόρια αὐτοῦ συνάπτει, καὶ ὁ τοῦ σώματος ἄρα τόπος συνεχὴς καὶ πρός τινα κοινὸν ὅρον αὐτοῦ τὰ μόρια συνάπτει· εἰ γὰρ μὴ συνάπτει τὰ τοῦ τόπου μόρια πρός τινα κοινὸν ὅρον, ἀλλὰ διῄρηνται ἀπ’ ἀλλήλων, ἔσται τι τῶν τοῦ σώματος μορίων μὴ ὂν ἐν τόπῳ, ὅπερ ἐστὶν ἄτοπον.