Ancient Greek · ~2 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.13-2
Not analysed yet
Ἔτι τὰ μὲμ ἐκ θέσιν ἐχόντων. Διελὼν τὸ ποσὸν εἴς τε τὸ διωρισμένον καὶ τὸ συνεχὲς καὶ ἐπισιαιρεῖς διελὼν εἴς τε τὸ ἐκ θέσιν ἐχόντων τῶν μορίων καὶ μή, διαλεχθεὶς πρότερον περὶ τῶν |συνεχῶν καὶ διωρισμένων, νῦν τὴν ἐπιδιαίρεσιν ἐπισκέπτεται. δεῖ δὲ τὰ ἐξ ἐχόντων θέσιν τρισὶ τούτοις χαρακτηρίζεσθαι, τῷ τε ὑποκειμένῳ καὶ τῷ κεῖσθαι αὐτῶν τὰ μόριά που καὶ μὴ ἀφανίζεσθαι, τοῦτ’ ἔστιν ἔν τινι εἶναι, καὶ τῷ τάξιν ἔχειν πρὸς ἄλληλα.