Ancient Greek · ~8 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.12-4
Not analysed yet
Οὐ μὴν ἀλλὰ καὶ ἐνίοτε οὐ δόξει ἀντιστρέφειν, ἐὰν μὴ οἰκείως. Τὰ πρός τι, φησίν, ἰσότητα τηρεῖν ὀφείλει πρὸς ἄλληλα, ἵνα καὶ ἀντιστρέφῃ, ὥσπερ ἀντιστρέφει ὁ ἄνθρωπος καὶ τὸ γελαστικόν. ἐὰν δὲ ὦσιν ἄνισα, τῷ μὲν ἐλάττονι τὸ πλέον ἀκολουθεῖ ὡς τῷ ἀνθρώπῳ τὸ ζῷον, τῷ δὲ πλείονι τὸ ἔλαττον οὐχ ἕπεται· οὐκέτι γὰρ τῷ ζῴω ὁ ἄνθρωπος ἀκολουθεῖ. οὗτος οὖν ὁ κανὼν ἔστω τῶν πρός τι. ἔστι δὲ ἰσότης, ὡς πατὴρ υἱοῦ, διπλάσιον ἡμίσεος, <ἅπερ> καὶ ἀντιστρέφει. ἐὰν δὲ ἄνισα ὦσιν, οὐκέτι· ἐὰν γὰρ ἀποδοθῇ ὄρνις πτεροῦ, ὡς εἶναι πτερὸν ὄρνιθος, οὐκ οἰκείως ἀποδίδοται· οὐ γὰρ ἐροῦμεν τὴν ὄρνιν πτερῷ ὄρνιν, ἐπειδὴ οὐ πᾶν πτερὸν ὄρνιθός ἐστι πτερόν· εἰσὶ γὰρ πτηνά, ἃ οὐκ εἰσὶν ὄρνιθες· τῶν γὰρ πτηνῶν τὰ μέν εἰσι σχιζόπτερα ὡς τὰ παρ’ ἡμῖν, ἃ καὶ μόνα ὄρνιθες καλοῦνται, ὡς καὶ αὐτὸς ἔφησε ἐν τῷ Περὶ ζῴων ἱστοριῶν ‘τὰ σχιζόπτερα ὄρνεις καλεῖσθαι’, τὰ δέ εἰσι δερμόπτερα ὡς αἱ νυκτερίδες, τὰ δὲ κολεόπτερα ὡς οἱ κάνθαροι, ἅπερ οὐκ εἰσὶν ὄρνιθες. ἐπεὶ οὖν τὸ πτερὸν καὶ ἡ ὄρνις οὐκ ἐξισάζει, ἀλλ’ ἐπὶ πλέον τὸ πτερὸν τῆς ὄρνιθος, ἐὰν αὐξήσωμεν τὸ ἔλαττον, τοῦτ’ ἔστιν τὴν ὄρνιν, εἰρηκότες πτερωτὸν καὶ ποιήσωμεν οὕτω τὸ πτερὸν πτερωτοῦ πτερόν, οὕτω γὰρ ἀντιστρέφει· λέγομεν γὰρ καὶ τὸ πτερωτὸν πτερῷ πτερωτόν. ἐν τούτῳ μὲν οὖν τῷ παραδείγματι ἔλαττον ἦν ἡ ὄρνις τοῦ πτεροῦ, ὅπερ ηὐξήσαμεν, ἐν δὲ τῷ ῥηθήσεσθαι μέλλοντι ἐπὶ πλέον ἐστί· καὶ γὰρ τὸ πηδάλιον ἐὰν ἀποδοθῇ πλοίου πηδάλιον, οὐκέτι ἀντιστρέφει· οὐ γὰρ ἐροῦμεν τὸ πλοῖον πηδαλίου πλοῖον· πολλὰ γὰρ πλοῖ πηδάλια οὐκ ἔχει ὡς τὰ ἀκάτια. ἐπειδὴ οὖν ἄνισά εἰσι, δεῖ ταῦτα ἐξισῶσαι. ἐξισοῦται δὲ τὰ ἄνισα ἢ τοῦ πλείονος ἐλαττωθέντος ἢ τοῦ ἐλάττονος αὐξηθέντος. εἴ τοίνυν τὸ πλοῖον μὲν ἐπὶ πλέον, τὸ δὲ πηδάλιον ἐπ’ ἔλαττον, ἐξισώσαιμεν ἄν, εἰ τὸ πλέον ἐλαττώσομεν εἰρηκότες πηδαλιωτόν, ὅπως καὶ ἀντιστρέφῃ ἐξισωθέν. οὐκοῦν εἴπωμεν τὸ πηδάλιον πηδαλιωτοῦ πηδάλιον καὶ πάλιν τὸ πηδαλιωτὸν πηδαλίῳ πηδαλιωτόν. οὕτως οὖν ἐν μὲν τῷ πρώτῳ παραδείγματι ἐπ’ ἔλαττον ἦν ἡ ὄρνις τοῦ πτεροῦ, ὅπερ ηὐξήσαμεν, ἐν δὲ τῷ δευτέρῳ ἐπὶ πλέον ἦν τὸ πλοῖον τοῦ πηδαλίου, ὅπερ ἠλαττώσαμεν.