Ancient Greek · ~3 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.11-3
Not analysed yet
Πάντα δὲ τὰ πρός τι. Τοῦτο ἕτερον παρακολούθημα. ἵνα δὲ μάθωμεν τί ἐστι πρὸς ἀντιστρέφοντα λέγεσθαι, μάθωμεν πρότερον τί ἐστιν ἀντιστροφή. στροφή ἐστιν ἡ <ἀπὸ> τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀποκατάστασις. διὰ τοῦτο καὶ στρέφεσθαι λέγομεν τὸ πᾶν, ἐπειδὴ κύκλῳ κινούμενον ἀπὸ τοῦ αὐτοῦ ἐπὶ τὸ αὐτὸ ἀποκαθίσταται. ἀντιστροφὴ δὲ ἐστιν ἰσοστροφή· τὸ γὰρ ἀντὶ παρὰ τοῖς παλαιοῖς τὸ ἴσον σημαίνει, ὥσπερ τὸ ἀντίθεον ἰσόθεον καὶ ἀντιάνειρα τὴν γυναῖκα τὴν |ἴσην δύναμιν τῷ ἀνδρὶ ἔχουσαν, καὶ τὸν μέγαν δάκτυλόν <φαμεν> ἀντίχειρα διὰ τὸ ἴσην ἔχειν δύναμιν τοῖς ἄλλοις τέσσαρσι δακτύλοις ἐν τῇ χειρί. *τὰ οὖν πρός τι πρὸς ἀντιστρέφοντα λέγεται, οἷον ὁ δοῦλος δεσπότου δοῦλος <καὶ ὁ δεσπότης δούλου δεσπότης>. ἤρξατο ἀπὸ τοῦ δούλου καὶ εἰς αὐτὸν πάλιν ἀποκατέστη. οὐ μόνον δὲ δοῦλος ἀντιστρέφει, ἀλλὰ καὶ δεσπότης].