Ancient Greek · ~2 min
Book 1, Περὶ ποιοῦ καὶ ποιότητος.
Ammonius, In Aristotelis Categorias Commentarius 1.13-4
Not analysed yet
έταρτον δὲ γένος ποιότητος. Ἔτι δὲ τέταρτον εἶδος παραδίδωσι τῆς ποιότητος, γένος καὶ τοῦτο ἀντὶ τοῦ εἴδους εἰρηκώς. ἔστι δὲ σχῆμα καὶ μορφή. ἐπὶ πλέον δὲ τὸ σχῆμα τῆς μορφῆς· πᾶσα γὰρ μορφὴ καὶ σχῆμα ἔχει, οὐ πᾶν δὲ σχῆμα καὶ μορφὴν ἔχει· διὰ τοῦτο γὰρ ὡς κυριώτερον καὶ καθολικώτερον προέταξε καὶ ὁ Ἀριστοτέλης τὸ σχῆμα τῆς μορφῆς· ἡ γὰρ μορφὴ ἐπὶ τῶν ἐμψύχων μόνον λέγεται, τὸ δὲ σχῆμα καὶ ἐπὶ τῶν ἀψύχων.