Ancient Greek
1.6 to 1.12
Ammonius, In Aristotelis Categorias Commentarius 1.6-4-12
Not analysed yet
Οὔτε γὰρ τὸ μέλι τῷ πεπονθέναι τι λέγεται γλυκύ. οὔτε γὰρ πρότερον δίχα ὂν γλυκύτητος ὕστερον ταύτην ἐδέξατο ἀπό τινος πάθους, ἀλλ’ αὐτὴ ὥσπερ οὐσιώδης ἐστίν. Ὅτι μὲν οὖν γίνονται διά. εἰπὼν τὰ χρώματα παθητικὰς ποιότητας εἶναι |τῷ ἀπὸ πάθους Ὅσα μὲν οὖν τῶν τοιούτων συμπτωμάτων. Τὰ χρώματα συμπτώματα εἶπε διὰ τὸ ἄλλοις πάθεσιν ἐπισυμβαίνειν. Ὁμοίως γὰρ ποιοὶ κατὰ ταῦτα λεγόμεθα. Ποιότης γάρ ἐστι καθ’ ἣν ποιοὶ λέγονται· <εἰ οὖν οὐ λέγονται ποιοὶ> ἀπὸ τῶν εὐαποβλήτων παθῶν, δῆλον ὅτι οὐδὲ ποιότητες ταῦτα λέγονται. Ὁμοίως δὲ τούτοις καὶ κατὰ τὴν ψυχήν. οὐ μόνον, φησί, περὶ τὸ σῶμα θεωροῦνται αἱ παθητικαὶ ποιότητες καὶ τὰ πάθη, ἀλλὰ καὶ περὶ τὴν ψυχήν. Ὅσα γὰρ ἐν τῇ γενέσει εὐθύς. Ὥσπερ γὰρ ἡ ἐν τῷ Αἰθίοπι μελανία ἐκ γενετῆς οὖσα παθητικὴ ποιότης λέγεται, οὕτω καὶ ἡ ἐκ γενετῆς ἔκστασις ἢ ἡ ὀργὴ παθητικαὶ ποιότητες λέγονται. Ὁμοίως δὲ καὶ ὅσαι ἐκστάσεις. Πάλιν ὥσπερ ἡ ἀπὸ μακρᾶς νόσου γενομένη ἄχροια λέγεται παθητικὴ ποιότης, οὕτω καὶ ἡ ἀπό τινος συμπτώματος ἔκστασις ἢ ἄλλο τι παθητικὴ ποιότης λέγεται.