Ancient Greek
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.14
Not analysed yet
Ὅταν ἕτερον καθ’ ἑτέρου κατηγορῆται. To παράδειγμα τοῦτο τῆς καθόλου οὐσίας ἐστίν· ὅταν τινός τι κατη- γορῆται οὐσιωδῶς, φησί, τούτου δὲ ἕτερόν τι πάλιν κατηγορῆται, τοῦτο κἀκείνου κατηγορηθήσεται. πρὸς ὃ φήσειεν ἄν τις ‘εἰ ἀληθῶς ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κατὰ τοῦ ὑποκειμένου κατηγορη- θήσεται, κατηγορεῖται δὲ τοῦ μὲν ζῴου τὸ γένος, τοῦ δὲ ἀνθρώπου τὸ ζῷον, καὶ τοῦ ἀνθρώπου ἄρα κατηγορηθήσεται τὸ γένος᾿. ἀλλ’ οὐχ οὕτως εἴρηται· τὸ γὰρ ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τουτ ἔστιν ὡς πράγματα αὐτοῦ καὶ ὡς χαρακτηρίζοντα τὴν οὐσίαν αὐτοῦ, τοσαῦτα καὶ κατὰ τοὐ ὑποκειμένου ῥηθήσεται εἴρηκεν ὁ φιλόσοφος. καλῶς δὲ εἶπε καὶ τὸ ὡς καθ’ ὑποκειμένου ἀντὶ τοῦ οὐσιωδῶς καὶ πραγματικῶς· εἰ γάρ τι κατὰ τοῦ κατηγορουμένου κατὰ συμβεβηκὸς κατηγορεῖται, οὐκ ἀνάγκη τοῦτο καὶ κατὰ τοῦ ὑποκειμένου ῥηθῆναι· τὸ γὰρ γένος τοῦ ζῴου κατὰ συμβεβηκὸς καὶ κατὰ σχέσιν κατηγορεῖται.