Ancient Greek
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.15-3
Not analysed yet
Πάντα οὖν τὰ πρός τι. Πάντα γὰρ οἰκείως ἀποδοθέντα ἀντιστρέφει. ἐὰν δὲ μὴ οἰκείως ἀποδοθῇ, οὐδὲ τὰ ὁμολογουμένως ἀντιστρέφοντα ἔτι δύναται ἀντιστρέφειν· οἷον οἰκείως ἀποδίδομεν καὶ λέγομεν ‘ὁ δοῦλος δεσπότου δοῦλος’, καὶ ἀντιστρέφει ‘ὁ δεσπότης δούλου δεσπότης’. ἐὰν μέντοι ὁ δοῦλος μὴ οἰκείως ἀποδοθῇ, ἤγουν δεσπότου, ἀλλὰ ἀνθρώπου, οὐκέτι ἀντιστρέφει· οὐδὲ γὰρ δυνατὸν λέγειν ὁ ἄνθρωπος δούλου ἄνθρωπος’. ὥστε ἐὰν μὴ οἰκείως 〈ἀποδοθῇ〉, οὐκέτι ἀντιστρέφει· ἡ γὰρ ἀντιστροφὴ ἐν μόνῃ καὶ πάσῃ τῇ οἰκείᾳ ἀποδόσει γίνεται.