Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν πρός τι.
Ammonius, In Aristotelis Categorias Commentarius 1.16-3
Not analysed yet
Ἔτι δὲ ἐὰν μέν τι οἰκείως ἀποδεδομένον ᾖ. Ἐάν, φησίν, οἰκείως τὰ πρός τι ἀποδοδῇ, τῶν ἄλλων πάντων περιαιρουμένων καταλιμπανομένου δὲ μόνου τοῦ πρὸς ὃ οἰκείως ἀποδοθήσεται σώζεται ἡ ἀντιστροφὴ καὶ ὅλως τὰ πρός τι· οἷον ὁ δοῦλος ἐὰν τοῦ δεσπότου ἀποδοθῇ, ἀφαιρεθῇ δὲ τὸ δίπουν εἶναι ἢ τὸ ἐπιστήμης δεκτικόν, ὁμοίως μένει δοῦλος πρός τι λεγόμενος, ἐὰν δὲ ἀφαιρεθῇ ὁ δεσπότης, οὐκέτι λέγεται δοῦλος.