Ancient Greek · ~2 min
Book 1, Περὶ ποιοῦ καὶ ποιότητος.
Ammonius, In Aristotelis Categorias Commentarius 1.15-4
Not analysed yet
Τὸ δὲ μανὸν καὶ τὸ πυκνόν. Δόξειεν εἶναί φησιν, ἐπεὶ κατὰ ἀλήθειαν οὐκ εἰσὶ ποιότητες· πυκνὸν γάρ ἐστιν οὗ τὰ μόρια σύνεγγυς κεῖται ὡς μὴ δύνασθαι δέξασθαι ἑτερογενὲς σῶμα, μανὸν δὲ τὸ διεστηκότα ἔχον τὰ μόρια ὡς δύνασθαι δέξασθαι ἑτερογενὲς σῶμα. |οὐκοῦν θέσιν τινὰ μᾶλλον φαίνεται τὰ μόρια αὐτῶν δηλοῦντα. μανὸν δὲ ἔλαβε τὸ ἐξ ἐπιτεχνήσεως, οἷον ἐάν τις τὴν χεῖρα πληρώσῃ καρύων, καὶ φαίημεν τὸ ἐκ πάντων συγκείμενον σῶμα μανὸν διὰ τὴν ἀραίωσιν· αὐτὸς γὰρ ἐν τῇ Φυσικῇ ἀκροάσει ἄλλως διορίζει τὸ μανὸν καὶ τὸ πυκνόν.