Ancient Greek · ~1 min
Book 1, Περὶ ποιοῦ καὶ ποιότητος.
Ammonius, In Aristotelis Categorias Commentarius 1.16-4
Not analysed yet
Ἴσως μὲν οὖν καὶ ἄλλος. Παραστήσας ἡμῖν τὰ τέσσαρα τῆς ποιότητος εἴδη ἐπάγει τὸ συμπέρασμα καί φησιν ὅτι οὗτοι οἱ τρόποι τῆς ποιότητος. βουλόμενος δὲ ἡμᾶς μὴ ἐπαναπαύεσθαι τοῖς παρὰ τῶν ἀρχαίων λεγομένοις μηδ’ ἀργοὺς μένειν ἀλλὰ καθ’ αὑτοὺς ζητεῖν, φησὶν ὅτι ἴσως ἄν καὶ ἄλλος φανείη τροπος ποιοτητος.