Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν ἀντικειμένων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.15-5
Not analysed yet
Οὔτε γὰρ λευκὸν ἢ μέλαν ἀνάγκη πᾶν εἶναι τὸ δεκτικόν. Οὐ γὰρ ἀνάγκη τὸ σῶμα ἢ λευκὸν εἶναι ἢ μέλαν (δύναται γὰρ καὶ φαιὸν εἶναι) οὔτε ψυχρὸν ἢ θερμόν (δύναται γὰρ χλιαρὸν εἶναι), εἰ μὴ ἄρα ἓν αὐτῶν ἐξ ἀνάγκης ὑπάρχει τῷ ὑποκειμένῳ ὡς τῇ χιόνι τὸ λευκὸν καὶ τῷ πυρὶ τὸ θερμὸν καὶ αὐτῇ τῇ |ἐπινοίᾳ, ἐπειδὴ ὥσπερ συνουσίωται αὐτῷ ἡ θερμότης, ὥσπερ καὶ τῇ χιόνι ἡ ψυχρότης ἢ ἡ λευκότης.