Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν ἀντικειμένων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.16-5
Not analysed yet
Ἐπὶ δὲ τῆς στερήσεως καὶ τῆς. Παραδεδωκὼς τοὺς τρόπους τῆς τῶν ἐναντίων ἀντιθέσεως νῦν δεί- κνυσιν ὅτι κατ’ οὐδένα τῶν εἰρημένων τρόπων δύναται ἡ αὐτὴ εἶναι τῶν ἐναντίων ἀντίθεσις τῇ κατὰ στέρησιν καὶ ἕξιν· ἐπὶ γὰρ τῶν ἀμέσων ἐναντίων ἐξ ἀνάγκης τὸ ἕτερον ὑπάρχει τῷ ὑποκειμένῳ, ἐπὶ δὲ τῶν κατὰ στέρησιν καὶ ἕξιν οὐκ ἐξ ἀνάγκης τὸ ἕτερον πάρεστιν ἀεὶ τῷ ὑποκειμένῳ· ὥστε οὐκ ἔστιν ἡ τῶν ἀμέσων ἐναντίων ἀντίθεσις ἡ αὐτὴ τῇ κατὰ στέρησιν καὶ ἕξιν, ἀλλ’ οὐδὲ τῇ ἀνὰ μέσον.