Ancient Greek · ~2 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.16
Not analysed yet
Ζῴου μὲν γὰρ διαφοραί. Αἱ τῶν γενῶν διαφοραὶ πολλαχῶς δύνανται διαιρεῖσθαι, οἷον τοῦ ζῴου διαφοραὶ λογικὸν καὶ ἄλογον, ἀλλὰ καὶ ἀπὸ τοῦ μονίμου τῆς ζωῆς ὡς θνητὸν καὶ ἀθάνατον καὶ ἀπὸ τοῦ τόπου ὡς πτηνὸν καὶ ἔνυδρον καὶ πεζὸν καὶ ἀπὸ τῶν ποδῶν ὡς ὑπόπουν καὶ ἄπουν· καὶ αὗται ἕτεραί εἰσιν αἱ διαφοραί. ὁ δὲ Ἀριστοτέλης παραδείγματι χρησάμενος τῷ ἀπὸ τοῦ τόπου παρενέβαλεν ἐν τῷ μέσῳ καὶ ἑτέρας διαφοράς, ἐπίτηδες βουλόμενος διδάξαι ὡς ἀδιάφορον καὶ ἑτέρας παραλαμβάνειν διαφοράς.