Ancient Greek · ~2 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.17
Not analysed yet
Τῶν δὲ ὑπ᾿ ἄλλγλα γενῶν. Καλῶς οὖν εἶπεν οὐδὲν κωλύει· οὔτε γὰρ ἐξ ἀνάγκης αἱ αὐταί εἰσι διαφοραὶ τῶν ὑπαλλήλων γενῶν, ἀλλ’ αἱ μὲν οὐσιώδεις διαφοραὶ τῶν ὑπαλλήλων γενῶν πάντῃ τε καὶ πάντως αἱ αὐταί εἰσιν, αἱ δὲ συμβεβηκυῖαι οὐ πάντως. διὰ τοῦτο οὖν προσέθηκε τὸ οὐδὲν κωλύει. πολλάκις μέν· τοι συμβαίνει τὰς αὐτὰς εἶναι διὰ τὸν προειρημένον κανόνα τὸν λέγοντα ὅσα κατὰ τοῦ κατηγορουμένου λέγεται, τοσαῦτα καὶ κτὰ τοῦ ὑποκειμένου ῥηθήσεται.