Ancient Greek · ~3 min
Book 1, Περὶ ποσοῦ
Ammonius, In Aristotelis Categorias Commentarius 1.17-3
Not analysed yet
Καὶ ἐπὶ τοῦ ἀριθμοῦ δὲ ὁμοίως. ἐπειδὴ ὁ ἀριθμὸς διττός, ὁ μὲν ἐν τῇ ψυχῇ ἀριθμῶν, ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς ὥσπερ καὶ ξέστης διττός, ὁ μὲν ὡς μετρῶν οἷον ὁ χαλτῶν κοῦς ξέστης, ὁ δὲ ὡς μετρούμενος οἷον οἴνου καὶ μέλιτος), ἐπεὶ οὗν ὁ ἀριθμὸς διττός. ὡς εἴρηται, ὁ μὲν ἐν τῇ ψυχῇ ὁ δὲ ἐν τοῖς αἰσθητοῖς, ὁ μὲν ἐν τῇ ψυχῇ ἀριθμὸς δῆλον ὅτι οὐκ ἄν εἴη ἐκ θέσιν ἐχόντων μορίων οὐ γὰρ ἔχει τινὰ θέσιν τὰ μόρια αὐτοῦ, ἀλλ’ ἔστι μόνον ἐν τῇ ψυχῇ νοητός), ὁ δὲ ἐν τοῖς ἀριθμητοῖς οἷον ἐν τοῖς δέκα ἀνθρώποις ἢ ἵπποις ἐξ ἐχόντων θέσιν ἐστί· τὰ γὰρ μόρια αὐτοῦ κεῖταί που καὶ θέσιν τινὰ ἔχει πρὸς ἄλληλα· διὰ τοῦτο οὕτως εἶπεν θέσιν δὲ οὐ πάνυ λάβοις ἄν, καὶ οὐκ εἶπεν ‘οὐδαμῶς λάβοις ἄν’.