Ancient Greek · ~3 min
1.14 to 1.16
Ammonius, In Aristotelis Categorias Commentarius 1.14-2-16
Not analysed yet
᾿Επὶ δὲ τοῦ ἀριθμοῦ. Τὰ γὰρ τοῦ τόπου μόρια κεῖται ἔν τινι, τῷ σώματι οὗ ἐστιν ὁ τόπος* Ἤ ποῖά γε πρὸς ἄλληλα συνάπτει τῶν μορίων. οὐδὲ τὰ τοῦ χρόνου. οὐδὲ γὰρ ὅλος ὁ χρόνος ἅμα ὑφίσταται, ἀλλὰ κατὰ μόνον τὸ νῦν, ἐν δέ γε τῷ γίνεσθαι καὶ φθείρεσθαι μόνον τὸ εἶναι ἔχει. ὃ οὖν οὐχ ὑπομένει, πῶς ἔχοι τινὰ θέσιν λαβεῖν; ᾿Αλλὰ μᾶλλον τάξιν τινά. τάξιν δὲ λέγει φυσικήν· πρότερον γὰρ τὸ νῦν τοῦ μέλλοντος, οὐκέτι δὲ τὸ μέλλον τοῦ νῦν πρότερον. καὶ τοῦτό ἐστι τάξις φυσική ,ὅταν μὴ ἀνακάμπτῃ. πρὸς ἡμᾶς δὲ τάξις ἐστίν, ὅταν ἀδιαφόρως ἀνακάμπτῃ, οἷον †῾πρῶτος ὅδε τῶνδε᾿ ἀπὸ τῶν δεξιῶν ἀρξάμενοι τοῦ πρώτου, καὶ πάλιν εἰ βουληθείημεν ἀπὸ τῶν ἀριστερῶν ἀρξάμενοι εἰπεῖν.