Ancient Greek · ~3 min
Book 1, Περὶ τῶν ἀντικειμένων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.18-6
Not analysed yet
Ἀλλ’ οὐδὲ ὧν τί ἐστιν ἀνὰ μέσον. Νῦν τῶν ἐμμέσων ἐναντίων αὐτὰ διακρίνει λέγων τούτων οὐκ ἐξ ἀνάγκης τὸ ἕτερον παρεῖναι τῷ ὑποκειμένῳ· οὐ γὰρ ἀνάγκη πᾶν σῶμα λευκὸν εἶναι ἢ μέλαν, τῶν δὲ γινομένων κατὰ στέρησιν καὶ ἕξιν ἐξ ἀνάγκης τὸ ἓν παρεῖναι τῷ δεκτικῷ. τὸ δὲ παντὶ προσέθηκεν, ἐπειδὴ εἰσί τινα τῶν ἐμμέσων ἐναντίων, ὧν τὸ ἕτερον ἐξ ἀνάγκης πάρεστι τῷ ὑποκειμένω, ὡς ἡ ἐν τῷ πυρὶ θερμότης, ἀλλ’ ὅμως καὶ τούτων δείκνυσι πρὸς τὰ κατὰ στέρησιν καὶ ἔξιν τὴν διαφορὰν τῷ τούτων μὲν ἐξ ἀνάγκης ἀφωρισμένως τὸ ἕτερον παρεῖναι τῷ ὑποκειμένῳ (τοῦ γὰρ θερμοῦ καὶ ψυχροῦ ἐμμέσων ὄντων ἐναντίων ἀφωρισμένως ἡ θερμότης ὑπάρχει τῷ πυρὶ καὶ οὐκ ἄν ποτε ἕτερον αὐτῶν), τῶν δὲ κατὰ στέρησιν καὶ ἕξιν μὴ ὁμοίως· οὐ γὰρ ἀνάγκη ἀφωρισμένως τῷ δεκτικῷ τὴν ὄψιν παρεῖναι <ἢ> τὴν τυφλότητα, ἀλλ᾿ ὁπότερον ἂν ἔτυχεν.