Ancient Greek · ~1 min
Book 1, Περὶ τῶν ἀντικειμένων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.17-6
Not analysed yet
Οὐδὲ γὰρ ἀεὶ τῷ δεκτικῷ. Πρῶτον νῦν διακρίνει τὰ κατὰ στέρησιν καὶ ἕξιν τῶν ἀμέσων ἐναντίων λέγων ὅτι τούτων τὸ ἓν ἐξ ἀνάγκης πάρεστι τῷ ὑποκειμένῳ· ἀνάγκη γὰρ πάντα ἀριθμὸν ἢ περιττὸν εἶναι ἢ ἄρτιον, οὐκ ἐξ ἀνάγκης δὲ πᾶν σῶμα τυφλὸν ἢ ὄψιν ἔχον ῥηθήσεται· οὐ γὰρ δήπου καὶ ὁ λίθος ἢ ἁπλῶς τὰ μὴ δεκτικά.