Ancient Greek · ~2 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.19-2
Not analysed yet
Εἰκότως δὲ μετὰ τὰς πρώτας οὐσίας. Νῦν τὴν αἰτίαν λέγει δι’ ἣν τὰ γένη καὶ τὰ εἴδη δευτέρας οὐσίας ἐκάλεσε, τὰ δὲ συμβεβηκότα οὐκέτι τρίτας οὐσίας εἶπε. διττὴν δὲ ἐπιχείρησιν κομίζει, τὴν μὲν πρώτην ἀπὸ τῆς ἀποδόσεως τοῦ ὁρισμοῦ· φησὶ γάρ. ἐὰν ἐρωτηθέντες ῾τί ἐστι Σωκράτης᾿ εἴπωμεν ῾ἄνθρωπος᾿ ἢ ῾ζῷον῾ ,οἰκείως καὶ γνωρίμως ἀποδώσομεν, ἐὰν δὲ ῾λεθκὸς῾ ἢ ῾τρέχει᾿ ἤ τι τοιοῦτον, ἀλλοτρίως καὶ ἀγνώστως. εἰκότως οὖν τὰ μὲν εἴδη καὶ τὰ γένη δευτέρας οὐσίας λέγομεν, τὰ δὲ συμβεβηκότα ὅλως οὔ φαμεν οὐσίας.