Ancient Greek · ~2 min
Book 1, Περὶ οὐσίας.
Ammonius, In Aristotelis Categorias Commentarius 1.20-2
Not analysed yet
Ἔτι αἱ πρῶται οὐσίαι. Τοῦτο δεύτερον ἐπιχείρημα τὸ ἐκ τῆς ἀναλογίας· φησὶ γὰρ ὅτι ὥσπερ αἱ πρῶται οὐσίαι διὰ τοῦτο πρῶται λέγονται διὰ τὸ τοῖς ἄλλοις ὑποκεῖτοῦτ᾿ σθαι, οὕτω τὰ εἴδη καὶ τὰ γένη δεύτεραι οὐσίαι λέγονται διὰ τὸ καὶ αὐτὰ ἄλλοις ὑποκεῖσθαι. ὑπόκεινται δὲ τὰ εἴδη καὶ τὰ γένη τοῖς συμβεβηκόσιν· εἰκότως οὗν ταῦτα δεύτεραι οὐσίαι λέγοντι. ὡσαύτως δὲ καὶ ἐπὶ τῶν ἄλλων.