Ancient Greek
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.2
Not analysed yet
Ὧν ὄνομα μόνον κοινόν. Ἄρα οὖν ἐν τοῖς ῥήμασιν οὐχ εὑρίσκομεν ὁμωνυμίαν; καὶ μὴν λέγομεν ‘ἐρῶ’, σημαίνει δὲ τοῦτο καὶ τὸ λέξω καὶ τὸ ἐρωτικῶς διάκειμαι· πῶς οὖν φησι ταῦτα ὁμώνυμα εἶναι τὰ μόνον ὄνομα κοινὸν ἔχοντα; ἐροῦμεν πρὸς τοῦτο ὅτι ὄνομα ἐνταῦθα λαμβάνει οὐ τὸ ἀντιδιαστελλόμενον πρὸς τὸ ῥῆμα, ἀλλὰ τὸ κοινότερον, καθὸ πᾶσα φωνὴ σημαντικὴ ὄνομα λέγεται, ὡς ἐν τῷ Περὶ ἑρμηνείας φησίν· “αὐτὰ μὲν οὖν καθ’ ἑαυτὰ τὰ ῥήματα ὀνόματά ἐστιν”. ὥστε τὸ ἐρῶ ὁμώνυμόν ἐστι καὶ ἔχει ὄνομα κοινόν, ὅρον δὲ διάφορον, καὶ ἔστιν ἐν τοῖς ῥήμασιν ὁμωνυμία.