Ancient Greek · ~10 min
Book 1, ΠΡΟΛΕΓΟΜΕΝΑ ΤΩΝ ΔΕΚΑ ΚΑΤΗΓΟΡΙΩΝ ΑΠΟ ΦΩΝΗΣ ΑΜΜΩΝΙΟΥ ΦΙΛΟΣΟΦΟΥ.
Ammonius, In Aristotelis Categorias Commentarius 1.1
Not analysed yet
Ὁμώνυμα λέγεται ὧν ὄνομα μόνον κοινόν, ὁ δέκατά τοὔνομα λόγος τῆς οὐσίας ἕτερος. Ἠ μὲν ἔννοια τῆς λέξεως ὅλη δήλη· ταῦτα γάρ ἐστι, φησίν, ὁμώνυμα, ὅσα κατὰ μὲν τὸ ὄνομα κοινωνεῖ, κατὰ δὲ τὸν ὁρισμὸν διαφέρει. ζητεῖ δὲ ὁ λόγος ταῦτα· διὰ τί εἶπεν ὁμώνυμα καὶ μὴ ‘ὁμώνυμον’; καὶ διὰ τί εἶπε λέγεται καὶ οὐχὶ ‘λέγω’ ἢ ‘λέγονται’; καὶ διὰ τί εἶπεν ὄνομα κοινὸν καὶ μὴ εἶπεν ἔτι καὶ ‘ῥῆμα’; ἔπειτα δὲ καὶ διὰ τί εἶπεν ὁ δὲ λόγος τῆς οὐσίας καὶ μὴ εἶπεν ‘ὁ ὁρισμὸς’ ἢ <ἡ> ὑπογραφή’; διὰ τί μὴ καὶ τῶν συμβεβηκότων ἐμνημόνευσεν; [οὕτω γὰρ ὁ κατὰ τάξιν ἐξηγήσατο παραλείψας τὰ εἰρημένα ἐνταῦθα. πρῶτον γοῦν περὶ τοῦ τόνου καὶ τῆς πτώσεως διδάσκει, καὶ ὕστερον αὐτὰ ὡς ἐν παρέργῳ εἰσφέρων ἐμνημόνευσεν]. Ὅρα πῶς ἀκριβῶς οὐκ εἶπεν αὐτὰ ὁμώνυμον ἀλλ’ ὁμώνυμα, πληθυντικῶς χρησάμενος τῇ φωνῇ, ἐπειδὴ ταῦτα θεωρεῖται ἐν πλείοσι πράγμασιν ἢ ἐν δύο τὸ ἐλάχιστον, ἐν ἑνὶ δὲ οὐδέποτε λέγεται. δεῖ δὲ εἰδέναι ὅτι τὰ ὁμώνυμα δέεται πάντως τούτων τῶν τριῶν, τόνου πτώσεως πνεύματος· εἰ γὰρ εὕρωμεν ὀνόματα εἰς ἕν τι τούτων διαφέροντα, οὐκ εἰσὶν ὁμώνυμα, οἷον ὡς ἐπὶ τοῦ ἀργὸς καὶ ἀργὸς· ὁ γὰρ τόνος ἐνταῦθα ἐνήλλακται, καὶ τὸ παροξυνόμενον σημαίνει πόλιν τινὰ ἐν Πελοποννήσῳ, τὸ δ’ ὀξυνόμενον σημαίνει τὸν βραδύτερον ἄνθρωπον. ταῦτα οὖν οὐ λέγεται ὁμώνυμα διὰ τὴν ἐναλλαγὴν τοῦ τόνου. ὡσαύτως δὲ καὶ ἐπὶ τῆς πτώσεως· λέγομεν γὰρ ‘ὁ ἐλάτης’ καὶ σημαίνομεν τὸν ὁρμῶντα, καὶ λέγομεν ‘τῆς ἀλάτης’ καὶ σημαίνομεν τὸ ξύλον τὴν ἐλάτην· ὥστε οὐδὲ ταῦτα ὁμώνυμα διὰ τὴν ἐναλλαγὴν τῆς πτώσεως. τὰ αὐτὰ λέγομεν καὶ ἐπὶ τοῦ πνεύματος· λέγομεν γὰρ ‘οιον’, καὶ τὸ μὲν δασυνόμενον σημαίνει τὸ ὁποῖον, τὸ δὲ ψιλούμενον σημαίνει τὸ μόνον, καὶ οὐδὲ τοῦτο ὁμώνυμον. ἐπί δέ γε τῆς Αἴας φωνῆς καὶ τόνος ἐστὶν ὁ αὐτὸς καὶ πτῶσις ἡ αὐτή. ἀλλὰ μὴν καὶ τὸ πνεῦμα κοινὸν ἐπ’ ἀμφοτέρων· συμβήσεται οὗν εἶναι αὐτὰ ὁμώνυμα. Εἰδὼς δὲ ὁ φιλόσοφος ὅτι τὰ ὁμώνυμα εἰ καὶ πλείονά εἰσιν, ἀλλ’ οὖν ὑπὸ μιᾶς φωνῆς δηλοῦνται, διὰ τοῦτο καὶ αὐτὸς ἐχρήσατο τῷ λέγεται, οὐκ εἰρηκὼς ‘λέγονται·’ ἀεὶ γὰρ ἔθος ἐστὶ τοῖς Ἀττικοῖς τῇ τοιαύτῃ φωνῇ κεχρῆσθαι, ὥσπερ οὖν καὶ ὁ Πλατῶν φησί· “λέγεται ταῦτα, ὦ Γοργία, περὶ Θεμιστοκλέους”. καὶ δηλοῖ ὅτι παρὰ τοῖς παλαιοῖς τὸ ὄνομα τοῦτο φέρεται καὶ οὐκ αὐτοῦ ἐστιν ἡ τοιαύτη θέσις· ὅταν γὰρ ᾖ αὐτοῦ, λέγει ‘καλῶ’, ὡς ἐν τοῖς Ἀναλυτικοῖς φησιν· “ὅρον δὲ καλῶ εἰς ὃν διαλύεται ἡ πρότασις”. Ὁμώνυμα δὲ λέγεται. Ὑπακουστέον πράγματα.