Ancient Greek · ~4 min
Book 1, Περὶ ποιοῦ καὶ ποιότητος.
Ammonius, In Aristotelis Categorias Commentarius 1.2-4
Not analysed yet
Ἕτερον δὲ γένος ποιότητος. Τῆς ποιότητος γένους οὔσης διὰ τί τῶν εἰδῶν αὐτῆς τὸ μὲν πρῶτον λέγει τὸ δὲ δεύτερον; φαμὲν ὅτι καθὸ μὲν ποιότητες οὐκ ἔστι τὸ μὲν πρῶτον αὐτῶν τὸ δὲ δεύτερον, |ἀλλὰ μόνον ἀξιώματι διαφέρει, ὡς ἄν καὶ ἄνθρωπος ἵππου. πῶς δὲ τῆς ποιότητος γένος φησί, καὶ μὴν γενικώτατόν ἐστι γένος; γενος εἶπεν ἀντὶ του ειοους, ἵνα δείξῃ ὅτι οὐκ εστιν ειοικωτατον εἶδος, ἀλλὰ γένος μὲν ὑπάλληλον, εἶδος δὲ ὑπὸ τὴν ποιότητα ἀναφερόμενον, ὡς ἄν εἴποιμεν τῆς οὐσίας γένος εἶναι τὸ ζῷον ἀντὶ τοῦ ὑπ’ αὐτὴν γένους. Δεύτερον οὖν τοῦτο ἀποδίδωσιν εἶδος ποιότητος τὸ κατὰ δύναμιν καὶ ἀδυναμίαν. λέγει δὲ πυκτικοὺς ἢ δρομικοὺς τοὺς φύσιν ἔχοντας ἐπιτηδείαν πρός τι τῶν τοιούτων, τοῦτ’ ἔστι τοὺς δυνάμει τοιούτους ὄντας. καὶ τὸ μὲν πρῶτον εἶδος τῆς ποιότητος ἐνεργείᾳ θεωρεῖται ἥ τε ἕξις καὶ ἡ διάθεσις, τὸ δὲ δεύτερον δυνάμει· οἱ γὰρ δυνάμει πύκται ἢ δρομικοὶ ἐπιτηδειότητα εἰς τοῦτο ἔχειν λέγονται κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν. ἐὰν δὲ πύκτης ἢ δρομεὺς ἐνεργείᾳ ᾖ, οὐκέτι κατὰ δύναμιν φυσικὴν ἢ ἀδυναμίαν λέγεται, ἀλλ’ ἕξιν καὶ διάθεσιν.