Ancient Greek · ~2 min
Book 1, Περὶ ποιοῦ καὶ ποιότητος.
Ammonius, In Aristotelis Categorias Commentarius 1.1-5
Not analysed yet
ἰσὶ δὲ αἱ μὲν ἕξεις καὶ διαθέσεις. Ὥσπερ γὰρ τοῦ ὀνόματος καὶ τοῦ ῥήματος κατηγορεῖται τὸ ὄνομα, οὕτω καὶ τῆς ἕξεως καὶ τῆς διαθέσεως κατηγορεῖται ἡ διάθεσις, καὶ ἔστι μὲν ἡ ἕξις καὶ διάθεσις κατὰ τὴν κοινὴν αὐτῶν κατηγορίαν, οὐκ ἔστι δὲ ἡ διάθεσις καὶ ἕξις· τῶν γὰρ διαθέσεων ἡ μὲν διαιρεῖται εἰς ἕξιν καὶ διάθεσιν, ἡ δὲ ἀντιδιαστέλλεται πρὸς τὴν ἕξιν.