Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν ἀντικειμένων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.2-5
Not analysed yet
Ὅσα οὖν ἀντίκειται. Βούλεται διὰ τούτων δεῖξαι ὅτι ἡ τῶν πρός τι ἀντίθεσις οὐκ ἔστιν ἡ αὐτὴ τῇ τῶν ἐναντίων, καὶ δείκνυσιν αὐτὸ οὕτως· τὰ ὡς πρός τι ἀντικείμενα αὐτὰ ἅπερ ἐστὶν ἑτέρων εἶναι λέγεται οἷον τὸ δεξιὸν ἀριστεροῦ δεξιόν, τὰ δ’ ὡς ἐναντία ἀντικείμενα αὐτὰ ἅπερ ἐστὶν οὐ λέγεται ἑτέρων· τὸ γὰρ λευκὸν οὐ λέγεται μέλανος λευκόν· τὰ ἄρα ὡς πρός τι ἀντικείμενα ἕτερα παρὰ τὰ ὡς ἐναντία ἀντικείμενα.