Ancient Greek · ~3 min
Book 1, Περὶ τῶν ἀντικειμένων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.3-4
Not analysed yet
Ὅσα δὲ τῶν ἐναντίων. |Διακρίνας τὴν τῶν πρός τι ἀντίθεσιν τῆς τῶν ἐναντίων βούλεται νῦν αὐτὴν καὶ τῶν λοιπῶν διακρῖναι. πρὸ δὲ τούτου διαίρεσίν τινα τῶν ἐναντίων παραδίδωσι συμβαλλομένην αὐτῷ τοιαύτην· τῶν ἐναντίων τὰ μὲν ἄμεσά ἐστιν ὡς ἄρτιον καὶ περιττόν. τὰ δὲ ἔμμεσα ὡς τὸ λευκὸν καὶ τὸ μέλαν καὶ εἴ τι τοιοῦτον. καὶ τὰ ἔμμεσα τὰ μὲν οὕτως ἔχει ὥστε μὴ ἐξ ἀνάγκης τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ ὑποκειμένῳ ὡς ἐπὶ λευκοῦ καὶ μέλανος (οὔτε γὰρ ἀνάγκη πᾶν σῶμα λευκὸν εἶναι ἢ μέλαν· δύναται γὰρ καὶ φαιὸν εἶναι ἡ ἄλλο τι, ὅσα ἔμμεσα), τὰ δὲ οὕτως ἔχει ὥστε ἐξ ἀνάγκης τὸ ἕτερον αὐτῶν παρεῖναι τῷ ὑποκειμένῳ, ὡς τῷ πυρὶ ἡ θερμότης· οὐ γὰρ ἄν ποτε αὐτῷ προσγένοιτο ἡ ψῦξις· ὁμοίως δὲ καὶ τῇ χιόνι <ἡ> ψυχρότης καὶ οὐκ ἄν ποτε τὸ