Ancient Greek · ~2 min
Book 1, Περὶ τῶν ἀντικειμένων.
Ammonius, In Aristotelis Categorias Commentarius 1.20-6
Not analysed yet
Ὅσα δὲ ὡς κατάφασις. Διακρίνας τὰς τρεῖς ἀντιθέσεις ἀπ’ ἀλλήλων νῦν τὴν λοιπὴν πρὸς τὰς τρεῖς παραβάλλει καὶ ἑνὶ λόγῳ αὐτὴν διακρίνει λέγων· ἐπὶ μόνων γὰρ τούτων ἀναγκαῖον ἀεὶ τὸ μὲν ἀληθὲς τὸ δὲ ψεῦδος αὐτῶν εἶναι· τοῦτο γὰρ ἴδιον καταφάσεως καὶ ἀποφάσεως τὸ ἐπὶ παντὸς πράγματος διαιρεῖν τὸ ἀληθὲς καὶ τὸ ψεῦδος, ὡς διδάξει ἐν τῷ Περὶ ἑρμηνείας· ἐὰν γὰρ εἴπω ‘Σωκράτης κάθηται—Σωκράτης οὐ κάθηται’, ἀνάγκη τὸ μὲν ἀληθὲς εἶναι τὸ δὲ ψεῦδος, καὶ ἐπὶ πάντων δὲ τῶν κατὰ κατάφασιν καὶ ἀπόφασιν ὁμοίως.